Jeremiah 51:2 Cross References - Brenton_Greek

2 Καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστὰς, καὶ καθυβρίσουσιν αὐτὴν, καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.

Isaiah 41:16

16 καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς· σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ.

Jeremiah 15:7

7 Καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.

Jeremiah 50:14-15

14 Παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον, τοξεύσατε ἐπʼ αὐτὴν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν, 15 καὶ κατακρατήσατε αὐτὴν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν· ἐκδικεῖτε ἐπʼ αὐτήν, καθὼς ἐποίησε, ποιήσατε αὐτῇ.

Jeremiah 50:29

29 Παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον, παρεμβάλλετε ἐπʼ αὐτὴν κυκλόθεν· μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησε, ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη Θεὸν ἅγιον τοῦ Ἰσραήλ.

Jeremiah 50:32

32 Καὶ ἀσθενήσει ἡ ὕβρις σου, καὶ πεσεῖται· καὶ οὐδεὶς ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.

Jeremiah 51:27-28

27 Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσι σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν ἔθνη, παραγγείλατε ἐπʼ αὐτὴν, βασιλείαις ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς Ἀσχαναζαίοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος. 28 Ἀναβιβάσατε ἐπʼ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ, καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.

Ezekiel 5:12

12 Τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτοὺς, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.