3 Ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθείας,
Job 36:3 Cross References - Brenton_Greek
Deuteronomy 32:4
4 Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος.
Job 8:3
3 Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
Job 28:12-13
Job 28:20-24
20 Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; 21 Λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη. 22 Ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
23 Ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. 24 Αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ· εἰδὼς τὰ ἐν τῇ γῇ, πάντα ἃ ἐποίησεν,
23 Ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. 24 Αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ· εἰδὼς τὰ ἐν τῇ γῇ, πάντα ἃ ἐποίησεν,
Job 32:2
2 Ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ, τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου.
Job 32:8
8 Ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς· πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα.
Job 34:5
5 Ὅτι εἴρηκεν Ἰὼβ, δίκαιός εἰμι· ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα.
Job 34:10-12
Job 37:23
23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;
Psalms 11:7
7 8 Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
Psalms 145:17
17 Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Proverbs 2:4-5
Jeremiah 12:1
1 Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;
Daniel 9:7
7 Σοὶ Κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα, καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ παντὶ Ἰσραὴλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ, ἐν ἀθεσίᾳ αὐτῶν ᾗ ἠθέτησαν.
Daniel 9:14
14 Καὶ ἐγρηγόρησε Κύριος, καὶ ἐπήγαγεν αὐτὰ ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησε, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ.