Leviticus 26:30 Cross References - Brenton_Greek

30 Καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν.

Leviticus 20:23

23 Καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν, οὓς ἐξαποστέλλω ἀφʼ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς.

Leviticus 26:11

11 Καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς,

Leviticus 26:15

15 ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τήν διαθήκην μου,

1 Kings 13:2

2 Καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.

2 Kings 23:8

8 Καὶ ἀνήγαγε πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα, καὶ ἐμίανε τὰ ὑψηλὰ οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβὰλ καὶ ἕως Βηρσαβεέ· καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.

2 Kings 23:16

16 Καὶ ἐξένευσεν Ἰωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει, καὶ ἀπέστειλε, καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων, καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐμίανεν αὐτὸ, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστάναι Ἱεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους.

2 Kings 23:20

20 Καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων, καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπʼ αὐτὰ, καὶ ἐπεστράφη εἰς Ἱερουσαλήμ.

2 Chronicles 14:3-5

3 Καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση, 4 καὶ εἶπε τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν, καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς. 5 Καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε

2 Chronicles 23:17

17 Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.

2 Chronicles 31:1

1 Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα, καὶ συνέτριψαν τὰς στήλας, καὶ ἔκοψαν τά ἄλση, καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Βενιαμὶν, καὶ ἐξ Ἐφραὶμ, καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος· καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ εἰς τὰς πόλεις αὐτῶν.

2 Chronicles 34:3-7

3 Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ʼκαὶ αὐτὸς ἔτι παιδάριονʼ ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν. 4 Καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ, καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν· καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, καὶ τὰ χωνευτὰ συνέτριψε, καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς. 5 Καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, 6 καὶ ἐν πόλεσι Μανασσῆ, καὶ Ἐφραὶμ, καὶ Συμεὼν, καὶ Νεφθαλὶ, καὶ τοῖς τόποις αὐτῶν κύκλῳ. 7 Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.

Psalms 78:58-59

58 Καὶ παρώργισαν αὐτὸν ἐπὶ τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
59 Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.

Psalms 89:38

38 Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου.

Isaiah 27:9

9 Διατοῦτο ἀφαιρεθήσεται ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι τὴν ἁμαρτίαν αὐτοῦ, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.

Jeremiah 8:1-3

1 Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσι τὰ ὀστᾶ τῶν βασιλέων Ἰούδα, καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ, καὶ τὰ ὀστᾶ τῶν ἱερέων, καὶ τὰ ὀστᾶ προφητῶν, καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν, 2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πρὸς πάντας τοὺς ἀστέρας, καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν, καὶ οἷς ἐδούλευσαν, καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν, καὶ ὧν ἀντείχον, το καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται, καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς, 3 ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωὴν, καὶ πᾶσι τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ.

Jeremiah 14:19

19 Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; ἱνατί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθὰ, εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.

Ezekiel 6:3-6

3 καὶ ἐρεῖς,
Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις, ἰδοὺ ἐγὼ ἐπάγων ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν. 4 Καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν, καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν, 5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν, 6 καὶ ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν· αἱ πόλεις ἐξερημωθήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολοθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν.

Ezekiel 6:13

13 Καὶ γνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.