Leviticus 6:3 Cross References - Brenton_Greek

3 ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις·

Exodus 22:9-11

9 κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου, καὶ ὑποζυγίου, καὶ προβάτου, καὶ ἱματίου, καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης· ὅ, τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ, ἀποτίσει διπλοῦν τῷ πλησίον. 10 Ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ, 11 ὅρκος ἔσται τοῦ Θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.

Exodus 23:4

4 Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ.

Leviticus 19:12

12 Καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπʼ ἀδίκῳ, καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τὸ ἅγιον τοῦ Θεοῦ ὑμῶν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

Deuteronomy 22:1-4

1 Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου, καὶ ἀποδώσεις αὐτῷ. 2 Ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπίστῃ αὐτὸν, συνάξεις αὐτὸν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετά σοῦ ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ. 3 Οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου· ὅσα ἐὰν ἀπολῆται παρʼ αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν. 4 Οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτοὺς, ἀνιστῶν ἀναστήσεις μετʼ αὐτοῦ.

Proverbs 30:9

9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω, τίς με ὁρᾶ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.

Jeremiah 5:2

2 Ζῇ Κύριος, λέγουσι, διατοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;

Jeremiah 7:9

9 καὶ φονεύετε, καὶ μοιχᾶσθε, καὶ κλέπτετε, καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ θυμιᾶτε τῇ Βάαλ, καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν,

Zechariah 5:4

4 Καὶ ἐξοίσω αὐτὸ, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.

Malachi 3:5

5 Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ, καὶ τοὺς καταδυναστεύοντας χήραν, καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.