19 Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
Psalms 77:19 Cross References - Brenton_Greek
Exodus 14:28
28 Καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραὼ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν· καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
Nehemiah 9:11
11 Καὶ τὴν θάλασσαν ἔῥῥηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔῤῥιψας εἰς βυθὸν, ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ.
Psalms 29:10
10 Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
Psalms 97:2
2 Νέφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
Nahum 1:3-4
3 Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῷον οὐκ ἀθῳώσει Κύριος· ἐν συντελείᾳ, καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. 4 Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανῖτις, καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε.
Habakkuk 3:15
15 Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολύ.