Zephaniah 1:1 Cross References - Brenton_Greek

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ, υἱὸν Γοδολίου, τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα.

2 Kings 22:1-20

1 Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία, θυγάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ. 2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.
3 Καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσίᾳ, ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν Ἐσελίου υἱοῦ Μεσολλὰμ τὸν γραμματέα οἴκου Κυρίου, λέγων, 4 ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν, καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ. 5 Καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου, 6 τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου. 7 Πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.
8 Καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα, βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφὰν, καὶ ἀνέγνω αὐτό. 9 Καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα, καὶ ἀπέστρεψε τῷ βασιλεῖ ῥῆμα, καὶ εἶπεν, ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου. 10 Καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα, λέγων, βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς· καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως. 11 Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους βιβλίου τοῦ νόμου, καὶ διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ. 12 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ, καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν, καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου, καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ, καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως, λέγων, 13 δεῦτε, ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ, καὶ περὶ παντὸς τοῦ λαοῦ, καὶ περὶ παντὸς τοῦ Ἰούδα, καὶ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθʼ ἡμῶν.
14 Καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ Ἀχικὰμ, καὶ Ἀχοβὼρ, καὶ Σαπφὰν, καὶ Ἀσαΐας πρὸς ῎Ολδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὰν υἱοῦ Ἀρὰς τοῦ ἱματιοφύλακος· καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν τῇ Μασενᾷ· καὶ ἐλάλησαν πρὸς αὐτήν.
15 Καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μὲ, 16 τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, 17 ἀνθʼ ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται. 18 Καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον, τάδε ἐρεῖτε πρὸς αὐτὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, οἱ λόγοι οὓς ἤκουσας, 19 ἀνθʼ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος. 20 Οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον.

2 Chronicles 34:1-33

1 ΩΝ ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά. 3 Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ʼκαὶ αὐτὸς ἔτι παιδάριονʼ ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν. 4 Καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ, καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν· καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, καὶ τὰ χωνευτὰ συνέτριψε, καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς. 5 Καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, 6 καὶ ἐν πόλεσι Μανασσῆ, καὶ Ἐφραὶμ, καὶ Συμεὼν, καὶ Νεφθαλὶ, καὶ τοῖς τόποις αὐτῶν κύκλῳ. 7 Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.
8 Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, ἀπέστειλε τὸν Σαφὰν υἱὸν Ἐσελία, καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως, καὶ τὸν Ἰουὰχ υἱὸν Ἰωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 9 Καὶ ἦλθον πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν, καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον Θεοῦ, ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσῆ καὶ Ἐφραὶμ, καὶ τῶν ἀρχόντων, καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ἰσραὴλ, καὶ υἱῶν Ἰούδα καὶ Βενιαμὶν, καὶ οἰκούντων ἐν Ἱερουσαλήμ. 10 Καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα, οἱ καθεσταμένοι ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι καὶ κατισχῦσαι τὸν οἶκον. 11 Καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις, ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλόθρευσαν βασιλεῖς Ἰούδα. 12 Καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων· καὶ ἐπʼ αὐτῶν ἐπίσκοποι, Ἰὲθ καὶ Ἀβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν, καὶ πᾶς Λευίτης, καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν. 13 Καὶ ἐπὶ τῶν νωτοφόρων, καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα, ἐργασία καὶ ἐργασία· καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
14 Καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου, εὗρε Χελκίας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ. 15 Καὶ ἀπεκρίθη Χελκίας, καὶ εἶπε πρὸς Σαφὰν τὸν γραμματέα, βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον τῷ Σαφάν. 16 Καὶ εἰσήνεγκε Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα, καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον, πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων. 17 Καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων, καὶ ἐπὶ χεῖρα τῶν ποιούντων τὴν ἐργασίαν.
18 Καὶ ἀπήγγειλε Σαφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λόγον, λέγων, βιβλίον δέδωκέ μοι Χελκίας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως. 19 Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. 20 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαφὰν καὶ τῷ Ἀβδὸμ υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ παιδὶ τοῦ βασιλέως, λέγων, 21 πορεύθητε, ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου, τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
22 Καὶ ἐπορεύθη Χελκίας, καὶ οἷς εἶπεν ὁ βασιλεὺς, πρὸς ῎Ολδαν τὴν προφῆτιν, γυναῖκα Σελλὴμ υἱοῦ Θεκωὲ υἱοῦ Ἀρὰς, φυλάσσουσαν τὰς ἐντολὰς, καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν μασαναί, καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.
23 Καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μὲ, 24 οὕτω λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ἰούδα, 25 ἀνθʼ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται. 26 Καὶ ἐπὶ βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε αὐτῷ, οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, τοὺς λόγους οὓς ἤκουσας, 27 καὶ ἐνετράπη ἡ καρδία σου, καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν, καὶ ἐταπεινώθης ἐναντίον μου, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος. 28 Ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσι τοῖς κακοῖς οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. Καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον.
29 καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ συνήγαγε τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ. 30 Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου. 31 Καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στῦλον, καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου, τοῦ πορευθῆναι ἐνώπιον Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ μαρτύρια, καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ, καὶ ἐν ὅλῃ ψυχῇ, ὥστε ποιεῖν τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ. 32 Καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ Βενιαμίν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἱερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν.
33 Καὶ περιεῖλεν Ἰωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν Ἰσραὴλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν Ἱερουσαλὴμ καὶ ἐν Ἰσραὴλ, τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου Θεοῦ πατέρων αὐτοῦ.

Jeremiah 1:2

2 ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν, ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Jeremiah 25:3

3 Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων, καὶ λέγων,

Ezekiel 1:3

3 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.

Hosea 1:1

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.