Mark 12:44 Cross References - SBLGNT

44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Mark 14:8

8 ὃ ⸀ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι ⸂τὸ σῶμά μου⸃ εἰς τὸν ἐνταφιασμόν.

Luke 8:43

43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν ⸀ἀπ’ οὐδενὸς θεραπευθῆναι,

Luke 15:12

12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ⸂ὁ δὲ⸃ διεῖλεν αὐτοῖς τὸν βίον.

Luke 15:30

30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ⸀μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ⸂σιτευτὸν μόσχον⸃.

Luke 21:2-4

2 εἶδεν δέ ⸀τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο⸃,3 καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη⸃ πλεῖον πάντων ἔβαλεν·4 ⸀πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

2 Corinthians 8:2-3

2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς ⸂τὸ πλοῦτος⸃ τῆς ἁπλότητος αὐτῶν·3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ⸀παρὰ δύναμιν, αὐθαίρετοι

Philippians 4:10-17

10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ.11 οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι·12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί ⸀με.14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.15 Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι,16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.

1 John 3:17

17 ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.