Bible verses about "voting" | Brenton_Greek

Psalms 146:3-10

3 Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ· 6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, 7 ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, 8 Κύριος σοφοῖ τυφλοὺς,
Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷ δικαίους, 9 Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. 10 Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν καὶ γενεάν.

Daniel 2:21

21 Καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν,

Deuteronomy 17:14-20

14 Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ κληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπʼ αὐτὴν, καὶ εἴπῃς, καταστήσω ἐπʼ ἐμαυτὸν ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· 15 καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς αὐτόν· ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σου ἐστι. 16 Διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὐτῷ ἵππον· ὁ δὲ Κύριος εἶπεν, οὐ προσθήσεσθε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι. 17 Καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, ἵνα μὴ μεταστῇ αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα.
18 Καὶ ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν, 19 καὶ ἔσται μετʼ αὐτοῦ, καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἵνα μάθῃ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, καὶ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας, καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν· 20 ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερὰ, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.

Proverbs 29:2

2 Ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοὶ, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες.

Exodus 18:17-21

17 Εἶπε δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν, οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο. 18 Φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ· βαρύ σοι τὸ ῥῆμα τοῦτο· οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. 19 Νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ· γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεõν, καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν. 20 Καὶ διαμαρτύρῃ αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι. 21 Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατούς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.

Ecclesiastes 10:2

2 Καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ, καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ.

Deuteronomy 1:13

13 Δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφʼ ὑμῶν, ἡγουμένους ὑμῶν.

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.