BGB(i)
25 Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος “Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;” 26 Ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων “Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.” 27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ “Λέγε μοι, σὺ Ῥωμαῖος εἶ;” Ὁ δὲ ἔφη “Ναί.” 28 Ἀπεκρίθη δὲ ὁ χιλίαρχος “Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην.” ὁ Δὲ Παῦλος ἔφη “Ἐγὼ δὲ καὶ γεγέννημαι.”