John 10:34-36

BGB(i) 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς “Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι ‘Ἐγὼ εἶπα Θεοί ἐστε’; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι ‘Βλασφημεῖς,’ ὅτι εἶπον ‘Υἱὸς τοῦ Θεοῦ εἰμι;’