John 14:6-9

BGB(i) 6 Λέγει αὐτῷ ‹ὁ› Ἰησοῦς “Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. 7 εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ‹ἂν ᾔδειτε›· ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ‹αὐτόν›.” 8 Λέγει αὐτῷ Φίλιππος “Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.” 9 Λέγει αὐτῷ ὁ Ἰησοῦς “Τοσούτῳ* χρόνῳ* μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· πῶς σὺ λέγεις ‘Δεῖξον ἡμῖν τὸν Πατέρα;’