John 2:5-8

BGB(i) 5 Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις “Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.” 6 Ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς “Γεμίσατε τὰς ὑδρίας ὕδατος.” Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 Καὶ λέγει αὐτοῖς “Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.” Οἱ δὲ ἤνεγκαν.