BGB(i)
30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες “Ῥαββί, φάγε.” 32 Ὁ δὲ εἶπεν αὐτοῖς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.” 33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους “Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;” 34 Λέγει αὐτοῖς ὁ Ἰησοῦς “Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω* τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.