Luke 7:47-50

BGB(i) 47 οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.” 48 Εἶπεν δὲ αὐτῇ “Ἀφέωνταί σου αἱ ἁμαρτίαι.” 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς “Τίς οὗτός ἐστιν, ὃς καὶ ἁμαρτίας ἀφίησιν;” 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα “Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.”