Mark 7:27-28

BGB(i) 27 Καὶ ἔλεγεν αὐτῇ “Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστιν ⇔ καλόν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.” 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ “〈Ναί〉, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.”