Matthew 15:22-28

BGB(i) 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα “Ἐλέησόν με, Κύριε υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.” 23 Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες “Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.” 24 Ὁ δὲ ἀποκριθεὶς εἶπεν “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” 25 Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα “Κύριε, βοήθει μοι.” 26 Ὁ δὲ ἀποκριθεὶς εἶπεν “Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” 27 Ἡ δὲ εἶπεν “Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.” 28 Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ “Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.” καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.