Matthew 26:59-61

BGB(i) 59 Οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, 60 καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. Ὕστερον δὲ προσελθόντες δύο 61 εἶπαν “Οὗτος ἔφη ‘Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.’”