Matthew 5:4-11

BGB(i) 4 Μακάριοι οἱ πενθοῦντες, Ὅτι αὐτοὶ παρακληθήσονται. 5 Μακάριοι οἱ πραεῖς, Ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. 6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, Ὅτι αὐτοὶ χορτασθήσονται. 7 Μακάριοι οἱ ἐλεήμονες, Ὅτι αὐτοὶ ἐλεηθήσονται. 8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, Ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9 Μακάριοι οἱ εἰρηνοποιοί, Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.