BGB(i)
28 Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς “Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;” Λέγουσιν αὐτῷ “Ναί, Κύριε.” 29 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων “Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.” 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων “Ὁρᾶτε, μηδεὶς γινωσκέτω.”