1 Chronicles 18:7-11

Brenton_Greek(i) 7 Καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδρααζὰρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἱερουσαλήμ. 8 Καὶ ἐκ τῆς Ματαβὲθ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Ἀδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.
9 Καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἡμὰθ, ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά· 10 Καὶ ἀπέστειλε τὸν Ἀδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην, καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ, καὶ ἐπάταξεν αὐτὸν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ Ἀδρααζάρ. 11 Καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ, καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ, μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας, καὶ Μωὰβ, καὶ ἐξ υἱῶν Ἀμμὼν, καὶ ἐκ τῶν ἀλλοφύλων, καὶ ἐξ Ἀμαλήκ.