1 Chronicles 2:1-15

Brenton_Greek(i) 1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδα, Ἰσσάχαρ, Ζαβουλὼν, 2 Δὰν, Ἰωσήὴφ, Βενιαμὶν, Νεφθαλὶ, Γὰδ, Ἀσὴρ.
3 Υἱοὶ Ἰούδα· Ἤρ, Αὐνὰν, Σηλώμ· τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος· καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν· 4 Καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς, καὶ τὸν Ζαρά· πάντες υἱοὶ Ἰούδα πέντε.
5 Υἱοὶ Φαρὲς, Ἐσρὼμ, καὶ Ἰεμουήλ. 6 Καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰν, καὶ Αἰμουὰν, καὶ Καλχὰλ, καὶ Δαρὰδ, πάντες πέντε.
7 Καὶ υἱοὶ Χαρμὶ, Ἄχαρ ὁ ἐμποδοστάτης Ἰσραὴλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. 8 Καὶ υἱοὶ Αἰθὰν, Ἀζαρίας. 9 Καὶ υἱοὶ Ἐσρὼμ οἳ ἐτέχθησαν αὐτῷ, ὁ Ἱεραμεὴλ, καὶ ὁ Ἀρὰμ, καὶ ὁ Χαλέβ.
10 Καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδὰβ, καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου Ἰούδα, 11 καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμὼν, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοὼζ, 12 καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβὴδ, καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, 13 καὶ Ἰεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν Ἐλιὰβ, Ἀμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, 14 Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαῒ ὁ πέμπτος, 15 Ἀσὰμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος.