Brenton_Greek(i)
3 Καὶ υἱοὶ Ἄμβραμ, Ἀαρὼν, καὶ Μωυσῆς, καὶ Μαριάμ· καὶ υἱοὶ Ἀαρών, Ναδὰβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 4 Ἐλεάζαρ ἐγέννησε τὸν Φινεὲς, Φινεὲς ἐγέννησε τὸν Ἀβισοὺ, 5 Ἀβισοὺ ἐγέννησε τὸν Βοκκὶ, Βοκκὶ ἐγέννησε τὸν Ὀζὶ, 6 Ὀζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ, 7 καὶ Μαριὴλ ἐγέννησε τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτὼβ, 8 καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδὼκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Ἀχιμάας, 9 καὶ Ἀχιμάας ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Ἰωανὰν,