1 Kings 12:6-8

Brenton_Greek(i) 6 Καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων, πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον; 7 Καὶ ἐλάλησαν πρὸς αὐτὸν, λέγοντες, εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσεις αὐτοῖς, καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
8 Καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετʼ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ.