1 Kings 15:29-30

Brenton_Greek(i) 29 Καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ, καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου· 30 περὶ τῶν ἁμαρτιῶν Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ.