Brenton_Greek
(i)
22 Καὶ ἐγένετο οὕτως· καὶ ἀνεβόησε τὸ παιδάριον.
23 Καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιοὺ, βλέπε, ζῇ ὁ υἱός σου.
24 Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιοὺ, ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.