1 Samuel 15:21-23

Brenton_Greek(i) 21 Καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. 22 Καὶ εἶπε Σαμουὴλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. 23 Ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.