Brenton_Greek(i)
6 Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι, τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν Ἑβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν. 7 Καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι, καὶ εἶπον, οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν. Οὐαὶ ἡμῖν, ἐξελοῦ ἡμᾶς Κύριε σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην· 8 οὐαὶ ἡμῖν, τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ, καὶ ἐν τῇ ἐρήμῳ. 9 Κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς Ἑβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας, καὶ πολεμήσατε αὐτούς.