1 Samuel 7:3-6

Brenton_Greek(i) 3 Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ, λέγων, εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ τὰ ἄλση, καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον, καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 4 Καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ, καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.
5 Καὶ εἶπε Σαμουὴλ, ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφὰθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον. 6 Καὶ συνήχθησαν εἰς Μασσηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπαν, ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ.