2 Chronicles 32:14-17

Brenton_Greek(i) 14 Τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλόθρευσαν οἱ πατέρες μου; μὴ ἐδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ Θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου; 15 Νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ, ὅτι οὐ μὴ δύνηται ὁ Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου. 16 Καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν, καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.
17 Καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν Ἰσραὴλ, καὶ εἶπε περὶ αὐτοῦ, λέγων, ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ Θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου.