2 Kings 20:11-13

Brenton_Greek(i) 11 Καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.
12 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠῤῥώστησεν Ἐζεκίας. 13 Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθὸν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.