2 Kings 4:32-36

Brenton_Greek(i) 32 Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ· 33 Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον. 34 Καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον· καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ· καὶ διέκαμψεν ἐπʼ αὐτὸν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου. 35 Καὶ ἐπέστρεψε, καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν· καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις· καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ. 36 Καὶ ἐξεβόησε Ἑλισαιὲ πρὸς Γιεζὶ, καὶ εἶπε, κάλεσον τὴν Σωμανίτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν· καὶ εἶπεν Ἑλισαιὲ, λάβε τὸν υἱόν σου.