Brenton_Greek(i)
1 Τάδε λέγει Κύριος, ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθʼ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν. 2 Καὶ ἐξαποστελῶ πῦρ εἰς Μωὰβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.