Amos 5:10-12

Brenton_Greek(i) 10 Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο. 11 Διατουτο ἀνθʼ ὧν κατεκονδυλίζετε πτωχοὺς, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρʼ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν. 12 Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα, καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.