Brenton_Greek(i)
9 ἀναγγέλων ἀναγγελεῖς περὶ αὐτοῦ, καὶ αἱ χεῖρές σου ἔσονται ἐπʼ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτὸν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπʼ ἐσχάτῳ. 10 Καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. 11 Καὶ πᾶς Ἰσραὴλ ἀκούσας φοβηθήσεται, καὶ οὐ προσθήσωσι ποιῆσαι ἔτι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.