Brenton_Greek(i)
13 Καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ, καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν Ὢγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ πᾶσαν περίχωρον Ἀργὸβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ῥαφαῒν λογισθήσεται. 14 Καὶ Ἰαῒρ υἱὸς Μανασσῆ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Θαὐὼθ Ἰαῒρ ἕως τῆς ἡμέρας ταύτης. 15 Καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ.