Exodus 30:34-36

Brenton_Greek(i) 34 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ, καὶ λίβανον διαφανῆ· ἴσον ἴσῳ ἔσται. 35 Καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καθαρόν ἔργον ἅγιον. 36 Καὶ συγκόψεις ἐκ τούτων λεπτὸν, καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα.