Ezekiel 24:3-11

Brenton_Greek(i) 3 Καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν, καὶ ἐρεῖς πρὸς αὐτούς,
Τάδε λέγει Κύριος, ἐπίστησον τὸν λέβητα, καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ, 4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν, 5 ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων· καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν, ἔζεσε καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.
6 Διατοῦτο τάδε λέγει Κύριος, ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπʼ αὐτὴν κλῆρος. 7 Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι ἐπʼ αὐτὸ γῆν, 8 τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν, τοῦ μὴ καλύψαι αὐτό.
9 Διατοῦτο τάδε λέγει Κύριος, κἀγὼ μεγαλυνῶ τὸν δαλόν· 10 καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς, 11 καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,