Ezekiel 45:15-17

Brenton_Greek(i) 15 Καὶ πρόβατον ἀπὸ τῶν προβάτων ἀπὸ δέκα ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ἰσραὴλ, εἰς θυσίας, καὶ εἰς ὁλοκαυτώματα, καὶ εἰς σωτηρίου, τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν, λέγει Κύριος Θεός. 16 Καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ἰσραήλ.
17 Καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα, καὶ αἱ θυσίαι, καὶ αἱ σπονδαὶ ἐν ταῖς ἑορταῖς, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ἰσραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὴν θυσίαν, καὶ τὰ ὁλοκαυτώματα, καὶ τὰ τοῦ σωτηρίου, τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου Ἰσραήλ.