Genesis 11:16-19

Brenton_Greek(i) 16 Καὶ ἔζησεν Ἕβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη, καὶ ἐγέννησε τὸν Φαλέγ. 17 Καί ἔζησεν Ἕβερ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ, ἔτη διακόσια ἑβδομήκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε. 18 Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ῥαγαῦ. 19 Καὶ ἔζησε Φαλὲγ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαῦ, ἐννέα καὶ διακόσια ἔτη, καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας, καὶ ἀπέθανε.