Brenton_Greek(i)
2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. 3 Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. 4 Δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. 5 Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετʼ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ, καὶ Καρναῒν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει. 6 Καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. 7 Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως· αὕτη ἐστὶ Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ. 8 Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων, καὶ βασιλεὺς Γομόῤῥας, καὶ βασιλεὺς Ἀδαμὰ, καὶ βασιλεὺς Σεβωεὶμ, καὶ βασιλεὺς Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ, 9 πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ, καὶ Θαργὰλ βασιλέα ἐθνῶν, καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ, καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.