Brenton_Greek(i)
31 Καὶ εἶπεν αὐτῷ, δεῦρο εἴσελθε, εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν, καὶ τόπον ταῖς καμήλοις. 32 Εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν, καὶ ἀπέσαξε τὰς καμήλους· καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετʼ αὐτοῦ. 33 Καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν· καὶ εἶπεν, οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου· καὶ εἶπαν, λάλησον.