Genesis 41:27-28

Brenton_Greek(i) 27 Καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ, αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν, ἑπτὰ ἔτη ἐστί· καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι, ἑπτὰ ἔτη ἐστί ἔσονται ἑπτὰ ἔτη λιμοῦ. 28 Τὸ δὲ ῥῆμα ὃ εἴρηκα Φαραώ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ.