Genesis 46:29-30

Brenton_Greek(i) 29 Ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ, ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ, καθʼ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πίονι. 30 Καὶ εἶπεν Ἰσραήλ πρὸς Ἰωσὴφ, ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.