Genesis 5:15-17

Brenton_Greek(i) 15 Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη· καὶ ἐγέννησε τὸν Ἰάρεδ. 16 Καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη τριάκοντα καὶ ἑπτακόσια· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια· καὶ ἀπέθανε.