Isaiah 14:3-11

Brenton_Greek(i) 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς. 4 Καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος,
Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; 5 Συνέτριψε Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων. 6 Πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ, ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς. 7 Πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης, 8 καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου, ἀφʼ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. 9 Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. 10 Πάντες ἀποκριθήσονται, καὶ ἐροῦσί σοι, καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης. 11 Κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.