Brenton_Greek(i)
15 ἕως ἂν ἔλθῃ ἐφʼ ὑμᾶς πνεῦμα ἀφʼ ὑψηλοῦ· καὶ ἔσται ἔρημος ὁ Χέρμελ, καὶ ὁ Χέρμελ εἰς δρυμὸν λογισθήσεται. 16 Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει. 17 Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη· καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἕως τοῦ αἰῶνος.