Isaiah 40:1-5

Brenton_Greek(i) 1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. 2 Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. 4 Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδία. 5 Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.