Isaiah 7:2-9

Brenton_Greek(i) 2 Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ, λέγων, συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. 3 Καὶ εἶπε Κύριος πρὸς Ἠσαΐαν, ἔξελθε εἰς συνάντησιν Ἄχαζ σὺ, καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. 4 Καὶ ἐρεῖς αὐτῷ, φυλάξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 5 Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν· 6 Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· 7 τάδε λέγει Κύριος σαβαὼθ, οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, 8 ἀλλʼ ἡ κεφαλὴ Ἀρὰμ, Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίμ· ἀλλʼ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ, 9 καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομορων, υἱὸς τοῦ Ῥομελίου, καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνιῆτε.