Jeremiah 19:15

Brenton_Greek(i) 15 τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς, καὶ ἐπὶ τὰς κώμας αὐτῆς, ἅπαντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτὴν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου.