Jeremiah 21:5-22:30

Brenton_Greek(i) 5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης. 6 Καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. 7 Καὶ μετὰ ταῦτα ʼοὕτως λέγει Κύριος, δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας, εἰς χεῖρας ἐχθρῶν αὐτῶν, τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
8 Καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. 9 Ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ· καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται. 10 Διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτήν ἐν πυρί.
11 Ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου. 12 Οἶκος Δαυὶδ, τάδε λέγει Κύριος, κρίνατε πρωῒ κρίμα, καὶ κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. 13 Ἰδοὺ ἐγὼ πρ`ος σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα σόρ, τὴν πεδεινὴν, τοὺς λέγοντας, τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν; 14 Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.
22 1 Τάδε λέγει Κύριος, πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα, καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον, 2 καὶ ἐρεῖς,
Ἄκουε λόγον Κυρίου βασιλεῦ Ἰούδα, ὁ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου, καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις· 3 τάδε λέγει Κύριος, ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβῆτε, καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. 4 Διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν. 5 Ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.
6 Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας, 7 καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα, καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου, καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. 8 Καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ; 9 Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν, καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις, καὶ ἐδούλευσαν αὐτοῖς.
10 Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. 11 Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι, 12 ἀλλʼ ἢ ἐν τῷ τόπῳ τόπῳ οὗ μετῴκισα αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.
13 Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ. 15 Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιον σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην. 16 Οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ, οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμὲ, λέγει Κύριος. 17 Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου, καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέαι αὐτὸ, καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον, τοῦ ποιεῖν αὐτά.
18 Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσία βασιλέα Ἰούδα, καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον, οὐ κόψονται αὐτὸν, ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτὸν, οἴμοι Κύριε. 19 Ταφὴν ὄνου ταφήσεται, συμψηθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ.
20 Ἀνάβηθι εἰς τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέρας τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. 21 Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου. 22 Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται, ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε. 23 Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.
24 Ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε, 25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων, 26 καὶ ἀποῤῥίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε. 27 Εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν. 28 Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξεῤῥίφη, καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει.
29 Γῆ γῆ ἀκουε λόγον Κυρίου, 30 γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.